Back to Sources

New Covenant

Parallel Gospel text: Greek (SBLGNT) · orthodox reading

567 pericopes

La zizzania fra il grano: lasciate crescere insieme

24
GreekἌλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ.
Orthodox ReadingHe ⓘ another ⓘ, saying: «The ⓘ was made like a man who ⓘ ⓘ in his field.
25
Greekἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν.
Orthodox ReadingBut, ⓘ, his ⓘ came and ⓘ ⓘ among the wheat, and went away.
26
Greekὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια.
Orthodox ReadingThen, when the ⓘ sprang up and ⓘ, the darnel appeared as well.
27
Greekπροσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια;
Orthodox ReadingThe ⓘ of the ⓘ approached and said to him: «ⓘ, did you not sow good seed in your field? Whence then does it have the darnel?».
28
Greekὁ δὲ ἔφη αὐτοῖς· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι αὐτῷ λέγουσιν· Θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά;
Orthodox ReadingAnd he answered them: «An ⓘ has done this». The servants say to him: «Do you want us, then, to go and ⓘ?».
29
Greekὁ δέ φησιν· Οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον.
Orthodox ReadingHe says: «No, lest, ⓘ, you ⓘ the wheat along with it.
30
Greekἄφετε συναυξάνεσθαι ἀμφότερα ἕως τοῦ θερισμοῦ· καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.
Orthodox Readingⓘ both ⓘ until the ⓘ; and at the ⓘ of the harvest I will say to the ⓘ: Gather ⓘ the darnel and ⓘ to ⓘ; but the wheat ⓘ».

Riferimenti biblici

Citati nel commento