Torna alle Fonti

Nuova Alleanza

Testo parallelo dei Vangeli: greco (SBLGNT) · lettura ortodossa

567 pericopi

L'amministratore disonesto e insegnamenti sul denaro

1
GrecoἜλεγεν δὲ καὶ πρὸς τοὺς ⸀μαθητάς· Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ.
Lettura OrtodossaDiceva ai ⓘ: «Un uomo ricco aveva un ⓘ, accusato di ⓘ.
2
Grecoκαὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ ⸀δύνῃ ἔτι οἰκονομεῖν.
Lettura OrtodossaLo chiamò: Rendi conto della tua amministrazione, non amministrerai più.
3
Grecoεἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· Τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι·
Lettura OrtodossaL'amministratore ⓘ: Che farò? Zappare non posso, mendicare mi vergogno.
4
Grecoἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ ⸀ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους ⸀ἑαυτῶν.
Lettura OrtodossaSo che farò, perché mi accolgano nelle loro case.
5
Grecoκαὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ· Πόσον ὀφείλεις τῷ κυρίῳ μου;
Lettura OrtodossaChiamò a uno a uno i ⓘ del padrone. Al primo: Quanto devi?
6
Grecoὁ δὲ εἶπεν· Ἑκατὸν βάτους ἐλαίου· ⸂ὁ δὲ⸃ εἶπεν αὐτῷ· Δέξαι σου ⸂τὰ γράμματα⸃ καὶ καθίσας ταχέως γράψον πεντήκοντα.
Lettura OrtodossaCento ⓘ. Prendi la ⓘ, scrivi cinquanta.
7
Grecoἔπειτα ἑτέρῳ εἶπεν· Σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· Ἑκατὸν κόρους σίτου· ⸀λέγει αὐτῷ· Δέξαι σου ⸂τὰ γράμματα⸃ καὶ γράψον ὀγδοήκοντα.
Lettura OrtodossaA un altro: Cento ⓘ. Scrivi ottanta.
8
Grecoκαὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν.
Lettura OrtodossaIl padrone ⓘ. I ⓘ sono più scaltri dei ⓘ.
9
Grecoκαὶ ἐγὼ ὑμῖν λέγω, ⸂ἑαυτοῖς ποιήσατε⸃ φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ⸀ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
Lettura OrtodossaIo vi dico: fatevi amici, mediante la tzedaqah (la giustizia-elemosina), con il ⓘ, perché vi accolgano nelle ⓘ.
10
GrecoὉ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.
Lettura OrtodossaChi è ⓘ è fedele anche nel molto; chi è ⓘ lo è anche nel molto.
11
Grecoεἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;
Lettura OrtodossaSe non siete fedeli nel ⓘ, chi vi affiderà la ricchezza vera?
12
Grecoκαὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ⸀ὑμέτερον τίς ⸂δώσει ὑμῖν⸃;
Lettura OrtodossaE se non siete fedeli ⓘ, chi vi darà ciò che è vostro?
13
Grecoοὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.
Lettura OrtodossaNessun servo può servire ⓘ: ⓘ».
14
GrecoἬκουον δὲ ταῦτα ⸀πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν.
Lettura OrtodossaI ⓘ, ⓘ, si facevano beffe di lui.
151
Grecoκαὶ εἶπεν αὐτοῖς· Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ.
Lettura OrtodossaEgli disse: «Voi vi ⓘ, ma Dio conosce i cuori: ciò che gli uomini esaltano, ⓘ.
16
GrecoὉ νόμος καὶ οἱ προφῆται ⸀μέχρι Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται.
Lettura OrtodossaLa ⓘ e i Profeti (Nevi'im) ⓘ: da allora si annuncia la malkhut (la sovranità regale) di Dio e ⓘ.
17
GrecoΕὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.
Lettura Ortodossaⓘ.
1823
GrecoΠᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, ⸀καὶ ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
Lettura Ortodossaⓘ».

Riferimenti biblici