Back to Sources

New Covenant

Parallel Gospel text: Greek (SBLGNT) · orthodox reading

567 pericopes

luca-17-11-19

Lc 17,11-19·NA28·108/156
πόρρωθεν=a distanza (il metzora, Lv 13,45-46)ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν=mostratevi ai sacerdoti (Lv 14)ἐκαθαρίσθησαν=furono purificatiטהרה taharahὁ ἀλλογενής=lo stranieroἡ πίστις σου σέσωκέν σε=la tua fede ti ha salvatoאמונה emunah
XXVIII domenica T.O. — anno C (Lc 17,11-19)
11
GreekΚαὶ ἐγένετο ἐν τῷ ⸀πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ ⸀μέσον Σαμαρείας καὶ Γαλιλαίας.
Orthodox Reading, between .
12
Greekκαὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ⸀ἀπήντησαν δέκα λεπροὶ ἄνδρες, οἳ ⸀ἔστησαν πόρρωθεν,
Orthodox Reading :
13
Greekκαὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς.
Orthodox Reading«, !».
14
Greekκαὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν.
Orthodox Reading«». .
15
Greekεἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν,
Orthodox ReadingOne of them ,
16
Greekκαὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης.
Orthodox Readingand : he was a .
17
Greekἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ⸀Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ;
Orthodox Reading«
18
Greekοὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος;
Orthodox Reading?».
19
Greekκαὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.
Orthodox Reading«; ».