Back to Sources

New Covenant

Parallel Gospel text: Greek (SBLGNT) · orthodox reading

567 pericopes

luca-7-1-17

1
Greek⸀Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ.
Orthodox ReadingWhen he had finished addressing all his words to the people, he Capernaum.
2
GreekἙκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.
Orthodox ReadingThe servant of a was sick and about to die. The centurion valued him greatly.
3
Greekἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.
Orthodox ReadingSo, having heard about Jesus, he sent some elders (zeqenim) of the .
4
Greekοἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ ⸀παρέξῃ τοῦτο,
Orthodox ReadingThey begged him: «He deserves that you grant him this,
5
Greekἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.
Orthodox Readingfor he loves our people and it was he who built for us the house of assembly for the reading of the Torah (beit knesset) ».
6
Greekὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν ⸂φίλους ὁ ἑκατοντάρχης⸃ λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου, οὐ γὰρ ⸂ἱκανός εἰμι⸃ ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·
Orthodox ReadingJesus . He was not far from the house when the centurion sent some friends to say to him: «Lord, do not trouble yourself! ;
7
Greekδιὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ⸀ἰαθήτω ὁ παῖς μου·
Orthodox Readingfor this reason I did not consider myself worthy to come to you; but .
8
Greekκαὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ.
Orthodox ReadingI too am a man and I have soldiers under me: I say to one: , and he goes; and to another: Come, and he comes».
9
Greekἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· Λέγω ὑμῖν, ⸀οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
Orthodox ReadingOn hearing this, Jesus and, turning to the that was following him, said: «I tell you that !».
10
Greekκαὶ ὑποστρέψαντες ⸂εἰς τὸν οἶκον οἱ πεμφθέντες⸃ εὗρον ⸀τὸν δοῦλον ὑγιαίνοντα.
Orthodox ReadingAnd the , returning home, found the servant healed.
11
GreekΚαὶ ἐγένετο ἐν τῷ ἑξῆς ⸀ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ ⸀αὐτοῦ καὶ ὄχλος πολύς.
Orthodox ReadingAfterward Jesus went to a town called , and and a large .
12
Greekὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς ⸂μονογενὴς υἱὸς⸃ τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ⸀ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ⸁ἦν σὺν αὐτῇ.
Orthodox ReadingNear the town gate, , a dead man was being carried out to the tomb, ; and a large crowd was with her.
13
Greekκαὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε.
Orthodox ReadingSeeing her, the Lord was moved with and said to her: «Do not weep!».
1413
Greekκαὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.
Orthodox ReadingHe drew near and touched the bier, contracting corpse impurity (tum'at met) , and said: «!».
152
Greekκαὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
Orthodox ReadingThe dead man sat up and began to speak. And he .
162
Greekἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας ⸀ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ.
Orthodox ReadingAll were and glorified God, saying: «» and «».
17
Greekκαὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ ⸀καὶ πάσῃ τῇ περιχώρῳ.
Orthodox ReadingAnd this report spread throughout the whole of .

Riferimenti biblici

Citati nel commento