Back to Sources
New Covenant
Parallel Gospel text: Greek (SBLGNT) · orthodox reading
567 pericopes
luca-21-5-36
v.
Greek
Orthodox Reading
5
GreekΚαί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν·
Orthodox ReadingWhile some were speaking about the templeⓘ, its beautiful stones and votive offerings, he said:
6
GreekΤαῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ ⸀λίθῳ ὃς οὐ καταλυθήσεται.
Orthodox Reading«Days will come when, of what you see, not one stone will be left upon anotherⓘ».
7
GreekἘπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;
Orthodox Reading«Teacher (rav)ⓘ, when, and what the sign?».
8
Greekὁ δὲ εἶπεν· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου ⸀λέγοντες· Ἐγώ εἰμι καί· Ὁ καιρὸς ἤγγικεν· ⸀μὴ πορευθῆτε ὀπίσω αὐτῶν.
Orthodox Reading«See that you are not led astrayⓘ. Many false mashiach (messianic pretenders) will come in my name saying: I am heⓘ; do not follow them.
9
Greekὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος.
Orthodox ReadingWhen you hear of wars, do not be terrified: these things must happen first, but the end is not at onceⓘ».
10
Greekτότε ἔλεγεν αὐτοῖς· Ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,
Orthodox Reading«Nation against nation,
11
Greekσεισμοί τε μεγάλοι ⸂καὶ κατὰ τόπους⸃ ⸂λιμοὶ καὶ λοιμοὶ⸃ ἔσονται, φόβητρά τε καὶ ⸂σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα⸃ ἔσται.
Orthodox Readingearthquakes, famines, pestilencesⓘ and signs from heaven.
121
GreekΠρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς ⸀τὰς συναγωγὰς καὶ φυλακάς, ⸀ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·
Orthodox ReadingBut before all this they will persecute you, handing you over to the synagoguesⓘ, where the synagogue serves as a local tribunal that flogs and excommunicates, and to prisons, before kings and governors, for my name.
13
Greek⸀ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.
Orthodox ReadingYou will have occasion to bear witnessⓘ.
14
Greek⸀θέτε οὖν ⸂ἐν ταῖς καρδίαις⸃ ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι,
Orthodox ReadingDo not prepare your defense beforehand:
151
Greekἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ⸂ἀντιστῆναι ἢ ἀντειπεῖν⸃ ⸀ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.
Orthodox ReadingI will give you words and wisdomⓘ that none will be able to resist.
16
Greekπαραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ⸂ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων⸃, καὶ θανατώσουσιν ἐξ ὑμῶν,
Orthodox ReadingYou will be betrayed even by your relatives;
17
Greekκαὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.
Orthodox Readingyou will be hated by all for my name.
18
Greekκαὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.
Orthodox ReadingBut not a hair of your head will perishⓘ.
19
Greekἐν τῇ ὑπομονῇ ὑμῶν ⸀κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Orthodox ReadingBy perseverance you will save your lifeⓘ.
20
GreekὍταν δὲ ἴδητε κυκλουμένην ὑπὸ ⸀στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.
Orthodox ReadingWhen you see Jerusalem surrounded by armies, know that its devastation is nearⓘ.
21
Greekτότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν,
Orthodox ReadingThen let those in Judeaⓘ flee to the mountains.
222
Greekὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.
Orthodox ReadingThese will be days of vengeance, that all that is written may be fulfilledⓘ.
23
Greek⸀οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ⸀ὀργὴ τῷ λαῷ τούτῳ,
Orthodox ReadingWoeⓘ to pregnant women: great calamity and wrath against this peopleⓘ.
24
Greekκαὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς ⸂τὰ ἔθνη πάντα⸃, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι ⸀οὗ ⸀πληρωθῶσιν καιροὶ ἐθνῶν.
Orthodox ReadingThey will fall by the sword (ḥerev)ⓘ, they will be deported among the nations (goyim)ⓘ, and Jerusalem will be trampled until the times of the nationsⓘ are fulfilled.
25
GreekΚαὶ ⸀ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ⸀ἤχους θαλάσσης καὶ σάλου,
Orthodox ReadingSigns in the sun, in the moon; anguish of peoples.
26
Greekἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
Orthodox ReadingThe powers of the heavens will be shakenⓘ.
27
Greekκαὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
Orthodox ReadingThen they will see the Son of Man (Bar Enash)ⓘ coming on a cloud with power and glory.
28
Greekἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
Orthodox ReadingWhen these things begin, lift up your heads, for your deliverance, the geulah (the final redemption of Israel), is nearⓘ».
29
GreekΚαὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα·
Orthodox ReadingAnd a parable: «Look at the fig tree and the trees:
30
Greekὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ’ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν·
Orthodox Readingwhen they sprout, you understand that summer is near.
31
Greekοὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ.
Orthodox ReadingSo, when you see these things, know that the Kingdom of God (Malkhut)ⓘ is near.
32
Greekἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται.
Orthodox ReadingAmènⓘ, I say to you: this generation will not pass away before all takes placeⓘ.
331
Greekὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
Orthodox ReadingHeaven and earth will pass away, but my words will not pass awayⓘ.
34
GreekΠροσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ⸂ὑμῶν αἱ καρδίαι⸃ ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ⸂ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος⸃ ἡ ἡμέρα ἐκείνη
Orthodox ReadingLet not your hearts be weighed down by dissipation, drunkenness, and worriesⓘ,
35
Greekὡς παγίς· ⸂ἐπεισελεύσεται γὰρ⸃ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
Orthodox Readinglest that day fall upon you like a snare.
361
Greekἀγρυπνεῖτε ⸀δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα ⸀κατισχύσητε ἐκφυγεῖν ⸀ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
Orthodox ReadingWatch, praying at every momentⓘ, that you may have strength to stand before the Son of Man (Bar Enash)ⓘ».