Back to Sources

New Covenant

Parallel Gospel text: Greek (SBLGNT) · orthodox reading

567 pericopes

luca-16-1-18

1
GreekἜλεγεν δὲ καὶ πρὸς τοὺς ⸀μαθητάς· Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ.
Orthodox ReadingHe said to ⓘ: «A rich man had a ⓘ, accused of ⓘ.
2
Greekκαὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ ⸀δύνῃ ἔτι οἰκονομεῖν.
Orthodox ReadingHe summoned him: Give an account of your stewardship, you shall no longer be steward.
3
Greekεἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· Τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι·
Orthodox ReadingThe steward said ⓘ: What shall I do? To dig I am unable, to beg I am ashamed.
4
Greekἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ ⸀ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους ⸀ἑαυτῶν.
Orthodox ReadingI know what I shall do, so that they may receive me into their houses.
5
Greekκαὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ· Πόσον ὀφείλεις τῷ κυρίῳ μου;
Orthodox ReadingHe called the master's ⓘ one by one. To the first: How much do you owe?
6
Greekὁ δὲ εἶπεν· Ἑκατὸν βάτους ἐλαίου· ⸂ὁ δὲ⸃ εἶπεν αὐτῷ· Δέξαι σου ⸂τὰ γράμματα⸃ καὶ καθίσας ταχέως γράψον πεντήκοντα.
Orthodox ReadingA hundred ⓘ. Take the ⓘ, write fifty.
7
Greekἔπειτα ἑτέρῳ εἶπεν· Σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· Ἑκατὸν κόρους σίτου· ⸀λέγει αὐτῷ· Δέξαι σου ⸂τὰ γράμματα⸃ καὶ γράψον ὀγδοήκοντα.
Orthodox ReadingTo another: A hundred ⓘ. Write eighty.
8
Greekκαὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν.
Orthodox ReadingThe master ⓘ. The ⓘ are shrewder than the ⓘ.
9
Greekκαὶ ἐγὼ ὑμῖν λέγω, ⸂ἑαυτοῖς ποιήσατε⸃ φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ⸀ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
Orthodox ReadingI say to you: make for yourselves friends, by means of tzedaqah (justice-almsgiving), with the ⓘ, so that they may receive you into the ⓘ.
10
GreekὉ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.
Orthodox ReadingWhoever is ⓘ is faithful also in much; whoever is ⓘ is so also in much.
11
Greekεἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;
Orthodox ReadingIf you are not faithful with the ⓘ, who will entrust to you the true riches?
12
Greekκαὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ⸀ὑμέτερον τίς ⸂δώσει ὑμῖν⸃;
Orthodox ReadingAnd if you are not faithful ⓘ, who will give you what is your own?
13
Greekοὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.
Orthodox ReadingNo servant can serve ⓘ: ⓘ».
14
GreekἬκουον δὲ ταῦτα ⸀πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν.
Orthodox ReadingThe ⓘ, ⓘ, scoffed at him.
151
Greekκαὶ εἶπεν αὐτοῖς· Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ.
Orthodox ReadingHe said: «You ⓘ, but God knows hearts: what men exalt ⓘ.
16
GreekὉ νόμος καὶ οἱ προφῆται ⸀μέχρι Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται.
Orthodox ReadingThe ⓘ and the Prophets (Nevi'im) ⓘ: from then on the malkhut (the royal sovereignty) of God is proclaimed and ⓘ.
17
GreekΕὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.
Orthodox Readingⓘ.
1823
GreekΠᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, ⸀καὶ ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
Orthodox Readingⓘ».

Riferimenti biblici

Citati nel commento